Mostrando entradas con la etiqueta archaic lyric poetry. Mostrar todas las entradas
Mostrando entradas con la etiqueta archaic lyric poetry. Mostrar todas las entradas

viernes, 17 de junio de 2011

Αρχίλοχος 122W

Listen to the video and compare the sounds to the following text!

Archilochus 122W from Calamo currente on Vimeo.



χρημάτων ἄελπτον οὐδέν ἐστιν οὐδ' ἀπώμοτον
οὐδὲ θαυμάσιον, ἐπειδὴ Ζεὺς πατὴρ Ὀλυμπίων
ἐκ μεσαμβρίης ἔθηκε νύκτ', ἀποκρύψας φάος
ἡλίου λάμποντος, λυγρὸν δ' ἦλθ' ἐπ' ἀνθρώπους δέος.
ἐκ δὲ τοῦ καὶ πιστὰ πάντα κἀπίελπτα γίνεται
ἀνδράσιν∙ μηδεὶς ἔθ' ὑμέων εἰσορέων θαυμαζέτω
μηδ' ἐὰν δελφῖσι θῆρες ἀνταμείψωνται νομὸν
ἐνάλιον, καί σφιν θαλάσσης ἠχέεντα κύματα
φίλτερ' ἠπείρου γένηται, τοῖσι δ' ὑλέειν ὂρος.

Can you tell what the poem is about?

sábado, 28 de mayo de 2011

ΑΛΚΜΑΝ 34Ρ

Listen to the video and compare the sounds to the text!


εὓδουσι δ’ ὀρέων κορυφαί τε καὶ φάραγγες
πρώονες τε καὶ χαράδραι
ὓλα θ’ ἑρπεθ’ ὅσσα τρέφει μέλαινα γαῖα
θηρές τ’ ὀρεσκώιοι καὶ γένος μελισσᾶν
καὶ κνώδαλ’ ἐν βένθεσσι πορφυρέας ἁλός∙
εὓδουσι δ’ οἰωνῶν φῦλα τανυπτερύγων.

Hier your dictionary!

miércoles, 25 de mayo de 2011

Σιμωνίδης 355Ρ

Listen to the video and compare the sounds to the text!



ἄνθρωπος ἐὼν μή ποτε φάσηις ὅ τι γίνεται αὔριον,
μηδ’ ἄνδρα ἰδὼν ὄλβιον ὅσσον χρόνον ἔσσεται∙
ὠκεῖα γὰρ οὐδὲ τανυπτερύγου μυίας
οὓτως ἁ μετάστασις.

martes, 24 de mayo de 2011

Αρχίλοχος 5W

How do you pronounce ancient Greek?
Listen to the video and compare the sound to the text!


ἀσπίδι μὲν Σαΐων τις ἀγάλλεται, ἣν παρὰ θάμνωι,
ἒντος ἀμώμυτον, κάλλιπον οὐκ ἐθέλων∙
αὐτὸν δ’ ἐξεσάωσα, τί μοι μέλει ἀσπὶς ἐκείνη;
ἐρρέτω∙ ἐξαῦτις κτήσομαι οὐ κακίω.

Hier's your dictionary!

For a different way of pronouncing ancient Greek (Archilochus 128W), click hier!